Ονομαστός έχει μείνει στην ιστορία των Ολυμπιακών Αγώνων ο Αρριχίων από τη Φιγαλία.
Ο αντίπαλός του του είχε κάνει μια επικίνδυνη λαβή στον λαιμό...
και κόντευε να τον πνίξει. Συγκεντρώνοντας τις τελευταίες δυνάμεις του έστριψε το πέλμα του αντιπάλου του και το
εξάρθρωσε.
Μέσα σε φοβερούς πόνους ο αντίπαλός του τέντωσε τον δείκτη του χεριού του για να δείξει ότι δέχεται την ήττα του.
Την ίδια στιγμή ξεψυχούσε και ο Αρριχίων. Αλλά, έστω και νεκρό, οι Ελλανοδίκες τον ανακήρυξαν Ολυμπιονίκη, μια και ο αντίπαλός του είχε "απαγορεύσει".
Ες αὐτὰ ἥκεις Ὀλύμπια καὶ τῶν ἐν Ὀλυμπίᾳ τὸ κάλλιστον, τουτὶ γὰρ δὴ ἀνδρῶν τὸπαγκράτιον, στεφανοῦται δὲ αὐτὸ Ἀρριχίων ἐπαποθανὼν τῇ νίκῃ καὶ στεφανοῖ αὐτὸνοὑτοσὶ Ἑλλανοδίκης — ἀτρεκὴς δὲ προσειρήσθω διά τε τὸ ἐπιμελεῖσθαι ἀληθείας διάτε τό, ὡς ἐκεῖνοι, γεγράφθαι — στάδιόν [p. 348] τε ἡ γῆ δίδωσιν ἐν ἁπαλῇ αὐλῶνι καὶἐσεχούσῃ τοσοῦτον, καὶ τὸ τοῦ Ἀλφειοῦ νᾶμα ἐξέρχεται κοῦφον — ταῦτά τοι καὶ μόνοςποταμῶν ἐπὶ τῆς θαλάττης ὀχεῖται — κότινοί τε αὐτῷ παρατεθήλασιν ἐν γλαυκῷ εἴδεικαλοὶ καὶ κατὰ τὴν τῶν σελίνων οὐλότητα. ταυτὶ μὲν οὖν μετὰ τὸ στάδιονἐπισκεψόμεθα καὶ πολλὰ ἕτερα, τὸ δὲ ἔργον τοῦ Ἀρριχίωνος, πρὶν ἢ παύσασθαι αὐτό,σκοπῶμεν, ἔοικε γὰρ μὴ τοῦ ἀντιπάλου μόνον, ἀλλὰ καὶ τοῦ Ἑλληνικοῦκεκρατηκέναι: βοῶσι γοῦν ἀναπηδήσαντες τῶν θάκων καὶ οἱ μὲν τὼ χεῖρεἀνασείουσιν, οἱ δὲ τὴν ἐσθῆτα, οἱ δὲ αἴρονται ἀπὸ τῆς γῆς, οἱ δὲ τοῖς πλησίον ἱλαρὸνπροσπαλαίουσι, τὰ γὰρ οὕτως ἐκπληκτικὰ οὐ συγχωρεῖ τοῖς θεαταῖς ἐν τῷ καθεκτῷεἶναι. ἢ τίς οὕτως ἀναίσθητος, ὡς μὴ ἀνακραγεῖν ἐπὶ τῷ ἀθλητῇ; μεγάλου γὰρ δὴαὐτῷ ὑπάρχοντος τοῦ δὶς ἤδη νικῆσαι τὰ Ὀλύμπια μεῖζον τοῦτο νυνί, ὅτε καὶ τῆςψυχῆς αὐτὰ κτησάμενος ἐς τὸν τῶν ὀλβίων πέμπεται χῶρον αὐτῇ κόνει. μὴ δὲσυντυχία νοείσθω τοῦτο, σοφώτατα γὰρ προυνοήθη καὶ τὸ πάλαισμα τῆς νίκης: οἱπαγκρατιάζοντες, ὦ παῖ, κεκινδυνευμένῃ προσχρῶνται τῇ πάλῃ, δεῖ γὰρ αὐτοῖςὑπτιασμῶν τε, οἳ μή εἰσιν ἀσφαλεῖς τῷ παλαίοντι, καὶ συμπλοκῶν, ἐν αἷςπεριγίγνεσθαι χρὴ οἷον πίπτοντα, δεῖ δὲ αὐτοῖς καὶ τέχνης ἐς τὸ ἄλλοτε ἄλλως ἄγχειν,οἱ δὲ αὐτοὶ καὶ σφυρῷ προσπαλαίουσι καὶ τὴν χεῖρα στρεβλοῦσι, προσόντος τοῦ παίεινκαὶ ἐνάλλεσθαι: ταυτὶ γὰρ τοῦ παγκρατιάζειν ἔργα πλὴν τοῦ δάκνειν καὶ ὀρύττειν.Λακεδαιμόνιοι μὲν οὖν καὶ ταῦτα νομίζουσιν ἀπογυμνάζοντες, οἶμαι, ἑαυτοὺς ἐς τὰςμάχας, Ἠλεῖοι δὲ καὶ οἱ ἀγῶνες ταυτὶ μὲν ἀφαιροῦσι, τὸ δὲ ἄγχειν ἐπαινοῦσιν. ὅθεντὸν Ἀρριχίωνα [p. 349] μέσον ἤδη ᾑρηκὼς ὁ ἀντίπαλος ἀποκτεῖναι ἔγνω καὶ τὸν μὲνπῆχυν τῇ δειρῇ ἐνέβαλεν ἀποφράττων αὐτῷ τὸ ἆσθμα, τὰ σκέλη δὲ τοῖς βουβῶσινἐναρμόσας καὶ περιδιείρας ἐς ἑκατέραν ἀγκύλην ἄκρω τὼ πόδε τῷ μὲν πνίγματι ἔφθηαὐτὸν ὑπνηλοῦ τοῦ ἐντεῦθεν θανάτου τοῖς αἰσθητηρίοις ἐντρέχοντος, τῇ δὲ ἐπιτάσειτῶν σκελῶν ἀνειμένῃ χρησάμενος οὐκ ἔφθη τὸν λογισμὸν τοῦ Ἀρριχίωνος:ἐκλακτίσας γὰρ τὸν ταρσὸν τοῦ ποδὸς Ἀρριχίων, ὑφ᾽ οὗ ἐκινδύνευεν αὐτῷ τὰ δεξιὰκρεμαννυμένης ἤδη τῆς ἀγκύλης ἐκεῖνον μὲν συνέχει τῷ βουβῶνι ὡς οὐκέτ᾽ἀντίπαλον, τοῖς δέ γε ἀριστεροῖς ἐνιζήσας καὶ τὸ περὶ τὸ ἄκρον τοῦ ποδὸςἐναποκλείσας τῇ ἀγκύλῃ οὐκ ἐᾷ μένειν τῷ σφυρῷ τὸν ἀστράγαλον ὑπὸ τῆς ἐς τὸ ἔξωβιαίου ἀποστροφῆς, ἡ γὰρ ψυχὴ ἀπιοῦσα τοῦ σώματος ἀδρανὲς μὲν αὐτὸ ἐργάζεται,δίδωσι δὲ αὐτῷ ἰσχύειν ἐς ὃ ἀπερείδεται. γέγραπται δὲ ὁ μὲν ἀποπνίξας νεκρῷ εἰκάσαικαὶ τὸ ἀπαγορεῦον ἐπισημαίνων τῇ χειρί, ὁ δὲ Ἀρριχίων ὅσα οἱ νικῶντες γέγραπται,καὶ γὰρ τὸ αἷμα ἐν τῷ ἄνθει καὶ ὁ ἱδρὼς ἀκραιφνὴς ἔτι, καὶ μειδιᾷ, καθάπερ οἱ ζῶντες,ἐπειδὰν νίκης αἰσθάνωνται.
ΠΗΓΗ ΑΡΧΑΙΟΥ ΚΕΙΜΕΝΟΥ
eleusisdiagoridon.blogspot.gr
Παράπονα Ρόδου

Η ΕΛΛΗΝΙΚΉ ΨΥΧΉ ΖΕΙ ΜΈΣΑ ΣΟΥ-ΒΡΕΣ ΤΗΝ !!!!!!!!ΕΛΛΆΣ ΕΛΛΉΝΩΝ ΕΘΝΙΚΏΝ !!!
ΑπάντησηΔιαγραφή